Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.55 Joseph. AJ 5.60 (English) >>Joseph. AJ 5.64

5.58

Τοῦ δὲ τῶν Ἱεροσολυμιτῶν βασιλέως χαλεπῶς φέροντος ἐπὶ τῷ μετατάξασθαι πρὸς τὸν Ἰησοῦν τοὺς Γεβεωνίτας καὶ τοὺς τῶν πλησίον ἐθνῶν παρακαλέσαντος βασιλέας συνάρασθαι τῷ κατʼ αὐτῶν πολέμῳ, ὡς τούτους τε εἶδον παρόντας σὺν αὐτῷ, τέσσαρες δὲ ἦσαν, οἱ Γεβεωνῖται καὶ στρατοπεδευσαμένους ἐπί τινι πηγῇ τῆς πόλεως οὐκ ἄπωθεν παρασκευάζεσθαι πρὸς πολιορκίαν, ἐπεκαλοῦντο σύμμαχον Ἰησοῦν· 5.59ἐν τούτοις γὰρ ἦν αὐτοῖς τὰ πράγματα, ὡς ὑπὸ μὲν τούτων ἀπολεῖσθαι προσδοκᾶν, ὑπὸ δὲ τῶν ἐπʼ ὀλέθρῳ τοῦ Χαναναίων γένους στρατευσάντων σωθήσεσθαι διὰ τὴν γενομένην φιλίαν ὑπολαμβάνειν. 5.60καὶ Ἰησοῦς πανστρατιᾷ σπεύσας ἐπὶ τὴν βοήθειαν καὶ διʼ ἡμέρας καὶ νυκτὸς ἀνύσας ὄρθριος προσμίγνυσι τοῖς πολεμίοις καὶ τραπεῖσιν εἵπετο διώκων διὰ χωρίων ἐπικλινῶν, Βηθωρὰ καλεῖται. ἔνθα καὶ τὴν τοῦ θεοῦ συνεργίαν ἔμαθεν ἐπισημήναντος αὐτοῦ βρονταῖς τε καὶ κεραυνῶν ἀφέσει καὶ χαλάζης καταφορᾷ μείζονος τῆς συνήθους· 5.61ἔτι γε μὴν καὶ τὴν ἡμέραν αὐξηθῆναι πλέον, ὡς ἂν μὴ καταλαβοῦσα νὺξ ἐπίσχῃ τὸ τῶν Ἑβραίων πρόθυμον, συνέπεσεν, ὥστε καὶ λαμβάνει τοὺς βασιλέας Ἰησοῦς ἔν τινι κρυπτομένους σπηλαίῳ κατὰ Μακχίδα καὶ κολάζει πάντας. ὅτι δὲ τὸ μῆκος τῆς ἡμέρας ἐπέδωκε τότε καὶ τοῦ συνήθους ἐπλεόνασε, δηλοῦται διὰ τῶν ἀνακειμένων ἐν τῷ ἱερῷ γραμμάτων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.55 Joseph. AJ 5.60 (English) >>Joseph. AJ 5.64

Powered by PhiloLogic